Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 11.124 Joseph. AJ 11.129 (English) >>Joseph. AJ 11.134

11.127ἔγραψα δὲ καὶ τοῖς γαζοφύλαξιν τῆς Συρίας καὶ τῆς Φοινίκης, ἵνα τῶν ὑπὸ Ἔζδρα τοῦ ἱερέως καὶ ἀναγνώστου τῶν τοῦ θεοῦ νόμων ἐπισταλέντων ἐπιμεληθῶσιν. ὅπως δὲ μηδεμίαν ὀργὴν ἐπʼ ἐμὲ λάβῃ τὸ θεῖον τοὺς ἐμοὺς ἐκγόνους, πάντʼ ἀξιῶ καὶ μέχρι τοῦ πυροῦ κόρων ἑκατὸν ἐπιτελεῖσθαι τῷ θεῷ κατὰ τὸν νόμον. 11.128καὶ ὑμῖν δὲ λέγω, ὅπως τοῖς ἱερεῦσιν καὶ Λευίταις καὶ ἱεροψάλταις καὶ θυρωροῖς καὶ ἱεροδούλοις καὶ γραμματεῦσιν τοῦ ἱεροῦ μήτε φόρους ἐπιτάξητε μήτε ἄλλο μηδὲν ἐπίβουλον φορτικὸν εἰς αὐτοὺς γένηται. 11.129καὶ σὺ δέ, Ἔζδρα, κατὰ τὴν τοῦ θεοῦ σοφίαν ἀπόδειξον κριτάς, ὅπως δικάσωσιν ἐν Συρίᾳ καὶ Φοινίκῃ πάσῃ τοὺς ἐπισταμένους σου τὸν νόμον, καὶ τοῖς ἀγνοοῦσιν δὲ παρέξεις αὐτὸν μαθεῖν, 11.130ἵνα ἄν τις τῶν ὁμοεθνῶν σου παραβαίνῃ τὸν τοῦ θεοῦ νόμον τὸν βασιλικόν, ὑπόσχῃ τιμωρίαν, ὡς οὐ κατʼ ἄγνοιαν αὐτὸν παραβαίνων, ἀλλʼ ὡς ἐπιστάμενος μὲν τολμηρῶς δὲ παρακούων καὶ καταφρονῶν. κολασθήσονται δʼ ἤτοι θανάτῳ ζημίᾳ χρηματικῇ. ἔρρωσο.” 11.131

Λαβὼν δὲ Ἔζδρας ταύτην τὴν ἐπιστολὴν ὑπερήσθη καὶ τῷ θεῷ προσκυνεῖν ἤρξατο, τῆς τοῦ βασιλέως πρὸς αὐτὸν χρηστότητος ἐκεῖνον αἴτιον ὁμολογῶν γεγενῆσθαι, καὶ διὰ τοῦτο τὴν πᾶσαν αὐτοῦ χάριν ἔλεγεν εἶναι. ἀναγνοὺς δʼ ἐν Βαβυλῶνι τὴν ἐπιστολὴν τοῖς αὐτόθι παροῦσιν Ἰουδαίοις, αὐτὴν μὲν κατέσχεν, τὸ δʼ ἀντίγραφον αὐτῆς πρὸς ἅπαντας ἔπεμψεν τοὺς ὁμοεθνεῖς τοὺς κατὰ τὴν Μηδίαν ὄντας.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 11.124 Joseph. AJ 11.129 (English) >>Joseph. AJ 11.134

Powered by PhiloLogic